Ἁγνὴ Παρθένε! [Agní Parthéne] [Old Church Slavonic translation]

Songs   2024-11-25 04:42:26

Ἁγνὴ Παρθένε! [Agní Parthéne] [Old Church Slavonic translation]

Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε,

Χαῖρε νύμφη ἀνύμφευτε!

Παρθὲνε μὴτηρ ἄνασσα, πανένδροσέ τε πόκε,

Χαῖρε νύμφη ἀνύμφευτε!

Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαρὰ παρθενικῶν χορῶν ἀγγέλων ὑπερτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία,

Χαῖρε νύμφη ἀνύμφευτε!

Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία,

Χαῖρε νύμφη ἀνύμφευτε!

Μαρία νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία,

Χαῖρε νύμφη ἀνύμφευτε!

Κόρη σεμνή, Βασίλισσα, Μήτηρ ὑπεραγία,

Χαῖρε νύμφη ἀνύμφευτε!

Τιμιωτέρα Χερουβίμ, ὑπερενδοξοτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Τῶν ἀσωμάτων Σεραφίμ, τῶν θρόνων ὑπερτέρα,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαῖρε τὸ ᾆσμα Χερουβίμ, χαῖρε ὕμνος ἀγγέλων,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαῖρε ᾠδὴ τῶν Σεραφίμ, χαρὰ τῶν ἀρχαγγέλων,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας,

Χαῖρε νύμφη ἀνύμφευτε!

Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαῖρε παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας,

Χαῖρε νύμφη ἀνύμφευτε!

Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας,

Χαῖρε νύμφη ἀνύμφευτε!

Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι,

Χαῖρε νύμφη ἀνύμφευτε!

Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι,

Χαῖρε νύμφη ἀνύμφευτε!

Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία,

Χαῖρε νύμφη ἀνύμφευτε!

Θερμῶς ἐπικαλοῦμαί σε, ναὲ ἡγιασμένε,

Χαῖρε νύμφη ἀνύμφευτε!

Ἀντιλαβοῦ μου, ρῦσαί με ἀπὸ τοῦ πολεμίου,

Χαῖρε νύμφη ἀνύμφευτε!

Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου,

Χαῖρε νύμφη ἀνύμφευτε!

See more
Christian Hymns & Songs more
  • country:
  • Languages:English, Old Church Slavonic, Latin, Greek (Ancient)+41 more, Spanish, Tamil, Filipino/Tagalog, Russian, Arabic, German, Romanian, Italian, Tongan, Greek, Sardinian (northern dialects), Finnish, Polish, Turkish, Portuguese, Georgian, Tupi/Old Tupi, Malayalam, French, Catalan, Swedish, Hungarian, Italian (Medieval), Gagauz, Chuvash, Kurdish (Sorani), Indonesian, Dutch, Japanese, Breton, Norwegian, Sardinian (southern dialects), Greek (Koine), Telugu, Catalan (Medieval), Other, Serbian, Persian, Griko, Ilokano, Chinese (Classical Chinese)
  • Genre:Classical, Religious
  • Official site:
  • Wiki:http://en.wikipedia.org/wiki/Christianity
Christian Hymns & Songs Lyrics more
Christian Hymns & Songs Featuring Lyrics more
Christian Hymns & Songs Also Performed Pyrics more
Excellent Songs recommendation
Popular Songs
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved